Τρίτη 2 Φεβρουαρίου 2010

ΛΕΞΙΚΟn ΠΟΛΙΤΙΚΗΣ ΟΡΘΟΤΗΤΟΣ Α

ἔγχρωμος = μαῦρος

Ἐξ εὐωνύμων κεῖται ἡ πολιτικῶς ὀρθὴ λέξις, ἡ δὲ ἀπηγορευμένη ἐκ δεξιῶν. Βάσει τῆς ἄνωθεν ἐξισώσεως καλεῖται ὁ πολιτικῶς ὀρθὸς δόκιμος χειριστὴς τοῦ τε γραπτοῦ καὶ προφορικοῦ λόγου ὅπως συμμορφωθῇ πρὸς τὸν νέον αὐτὸν κανόνα ἐπιβάλλοντα ἀποκλειστικῶς τὴν χρῆσιν τοῦ ὅρου «ἔγχρωμος» ἀντὶ τοῦ εἰωθότος «μαῦρος» ἢ τοῦ ἐπὶ τὸ ἀρχαϊκώτερον «μέλας» ἀνηκόντων πλέον ἀμφοτέρων σὺν πᾶσι τοῖς ἐξ αὐτῶν συντεθειμέναις λέξεσιν εὶς τὸν κατάλογον τῶν ἀδοκίμων καὶ μὴ ἀποδεκτῶν ὅρων.



Ὅθεν αἱ χῆραι οὐκέτι μελανοφοροῦσαι ἀλλ᾽ ἐγχρωμοφοροῦσαι τουτέστιν πεποικιλμένοις ἐνδύμασι πενθοῦν τὸν ἀποβιώσαντα σύζυγον, τὸ δὲ ἔκπαλαι δημοφιλὲς σύνθημα «μαῦρον εἰς τὸν Μαυρογυαλοῦρον» ἀπευθυνόμενον πρὸς τοὺς ἑκάστοτε καὶ ἑκασταχοῦ πολιτικοὺς ἀγύρτας ὑπὸ τῶν ἐν ἀγανακτήσει τελούντων ψηφοφόρων δἐον ὅπως συμμορφούμενον ἐφ᾽ ἑξῆς πρὸς τὰς συγχρόνους ἐπιταγὰς τῆς πολιτικῆς ὀρθότητος ἀλλαγῇ εὶς «ἔγχρωμον εἰς τὸν Ἐγχρωμογυαλοῦρον» προτρέπον οὕτω τοὺς διαμαρτυρομένους πολίτας χαρτοπόλεμον ἀντὶ φασκέλων ὅπως ῥίπτωσι εἰς τοὺς πολιτικάντας. Προσέτι ἡ εἰθισμένη παρὰ τοῖς πωληταῖς ξηρῶν καρπῶν διάκρισις τῶν κολοκυνθοσπόρων ἀπὸ τῶν ἡλιοσπόρων διὰ τῆς ἀποκλήσεως τῶν μὲν ὡς λευκῶν, τῶν δὲ ὡς «μαύρων» κρίνεται ἀπὸ τοῦδε καταργητέα ὑπὲρ νεωτέρας διακρινούσης πλέον τοὺς λευκοὺς σπόρους ἀπὸ τῶν ἐγχρώμων. Ὡσαύτως καὶ ἡ διάκρισις τῶν ἀσπρομαύρων κινηματογραφικῶν ταινιῶν ἀπὸ τῶν ἐγχρώμων ἐγκαταλείπεται ὡς παρῳχημένη ἵνα λάβῃ τὴν θέσιν αὐτῆς συγχρονωτέρα τοιαύτη διαχωρίζουσα τὰς ἐγχρώμους ταινίας ἀπὸ τῶν λευκεγχρώμων.


Συμφώνως πρὸς τὴν ὁποίαν ἠκολουθήσαμεν λογικὴν ἀτραπὸν ὁ τοῦ Ῥαγκαβῆ πασίγνωστος στίχος «μαύρη εἶν᾽ ἡ νύχτα στὰ βουνὰ» τρέπεται εὶς τὸν «ἔγχρωμος εἶναι ἡ νὺξ εἰς τὰ ὄρη» ὡς ἂν περὶ πολικῆς ἐγίνετο λόγος νυκτὸς ὑπὸ τοῦ βορείου σέλαος καταυγαζομένης ὅθεν καὶ ὁ τελευταίος τοὺ ποιήματος στίχος συντρέπεται ἀπὸ τοῦ «ἐλεύθερος ὁ Ἕλλην ζῇ κι ἐλεύθερος πεθαίνει» εἰς τὸν «ἐλεύθερος ὁ Λάπων ζῇ κι ἐλεύθερος πεθαίνει». Ἄλλη τις περίπτωσις θέλουσα τὸν πρῶτον τοῦ ποιηματίου στίχον περιγράφοντα τὸ φάσμα της ἴριδος ἐν μέσῃ τῇ νυκτὶ φαινόμενον ἀπορρίπτεται ὡς οὔπω ὑπὸ τῆς κοινῆς περὶ τὰ μετεωρολογικὰ ἐμπειρίας ἐπιβεβειωθεῖσα. Συνελόντι εἰπεῖν αἱ ἐπὶ τοῦ νέου κανόνος ἐρειδόμεναι ἀλλαγαὶ μόνον εὶς τοὺς δαλτωνικοὺς δύνανται νὰ μείνωσι ἀπαρατήρητοι, εἰς δὲ τοὺς ὁρῶντας ἀκέραιον τὸ ῥιπίδιον τῆς ἐν τῷ φυσικῷ περιβάλλοντι χρωματικῆς κλίμακος σύγχυσιν μᾶλλον ἢ διευκόλυνσιν ἤθελον προκαλέσει.
(ἀκολουθεῖ)